Ancient Greek · Dactylic hexameter
Poem 29868
Byzantine Book Epigrams, Book Epigrams: Prayers 29868
Not analysed yet
Σοὶ χάρις, ὑψιθόωκε ἄναξ θεέ, κοίρανε πάντων,
ὑψιμέδων ἀκίχητε νόῳ, σθένος οὐκ ἐπιεικτὸν
ἄφθιτε, οὗ κράτος αἰὲν ἀΐδιον ἀστυφέλικτον·
σοὶ κλέος εὐδοκίης, καὶ σοὶ πρέπει ὕμνος ἄληκτος
οὕνεκα τόνδε ἄεθλον ἐυγραφίης περατῶσαι
πορσύνας ἠνορέην μοι ἀγασθενεῖ ἰσχύϊ σεῖο·
ἀλλὰ μάκαρ καὶ ἔπειτα καὶ εἰσέτι ἵλαος εἴης,
πᾶσαν ἐς ἐργασίαν ἀγαθήν μοι κάρτος ὀπάζων.