Ancient Greek
Poem 32112
Byzantine Book Epigrams, Book Epigrams: Prayers 32112
Not analysed yet
Πόλῳ προσαχθεὶς πῶς ἐνεργεῖς καὶ κάτω;
Τέθηκε Χριστὸς πανταχοῦ νέμον χάριν
καὶ δυσμενῶν φάλαγγας ἐκτρέπει φρᾶσ…?
αὐτὸς γὰρ εἰς ἅπαντας ἐκχεῖται ῥᾶον‧
καὶ τοῦτον ἡπείλησε τὸν δόμον λύσειν,
ναιὸν δῆτα καὶ λέλυκε μέχρις ἐσχάτων,
ὁ καὶ παλαιῶν καὶ λύων πάντα χρόνoς,
ὁ δ’ ἀντικαίνων εἰσαεὶ τούτῳ λόγος,
ἀνανεῶν τε καὶ στάσιμα δεικνύων‧
καὶ σύ, Κύριε Παντάναξ Ὑψιμέδον,
ἐπήκοος γένοιο τῶν αἰτημάτων
ἀγχίνῃ Δούκᾳ τε τῷ καὶ Μουζάλῳ,
συνομευνέτῃ Ἄννῃ τῆ καὶ Δούκαινη,
οὗ τοὺς χρόνους πλήθυνον ὑγείαν ἅμα?
συμπαραμετρῶν μακροῖς ἡλίου κύκλοις
εἰς ἰατρείαν ψυχικῶν νοσημάτων‧
ἔνθεν μακροχρόνιον ἄλυπον βίον,
κακεῖθεν ἀνάπαυσιν ὡς σὺν σὸν? μένειν.
Χριστὸς παράσχει τῷ γράψαντι τοῦτο χάρις.