Ancient Greek
Poem 32341
Byzantine Book Epigrams, Book Epigrams: Prayers 32341
Not analysed yet
Βίον μερικῶς ἐν διηγήσει λόγου
θαυμάτων μάλιστα καινῶν τοῖς λόγοις
τῆς Ἐλισάβετ ἧς πολὺς πᾶσι λόγος
κατ’ εἶδος ἅπαν ἀρετῆς ἔργων λόγων
ὡς συγγραγέντα κατὰ δύναμιν λόγον
παρὰ μοναχοῦ καὶ πενιχροῦ τὸν λόγον
ἐκτὸς χαρίτων, Χαρίτωνος ἐκ λόγου
ὃν λευΐτην μάλιστα καὶ λέγει λόγος.
Ὦ θύτα καινοῦ καὶ φρικώδους εὐλόγου
τοῦ παντοιποῦ καὶ θεανθρώπου λόγου,
ἀναστὰς εὐλόγησον ἱδοὺ τὸν λόγον.