Ancient Greek
Poem 34131
Byzantine Book Epigrams, Book Epigrams: Prayers 34131
Not analysed yet
Ὦ θαυμάτων ἄβυσσος ὦ μυστηρίων,
ὦ πραγμάτων ἔκβασις ὡς πάντα ξένα·
ὁ γὰρ κατέχων δρακὶ πᾶσαν κτίσιν
χερσὶ παραδίδεται τῶν μιαιφόνων,
ῥαπίζεται φεῦ ἐμπαιγμοὺς ὑποφέρει,
χλεύης ὑποδύεται στολὴν ἐν ὕβρει·
ὁ καλλωπίσας τὰ ἄνω τὲ καὶ κάτω
σταυρὸν κατακρίνεται τὸ τελευταῖον
καὶ χολὴν ποτίζεται κατ’ ἀμφοῖν ὄξους
λόγχῃ πλευρὰν τέτρωται, ἥλοις ἡλοῦται.
Πλὴν ἀλλὰ πάσχων ὁ θεάνθρωπος λόγος
τῆς τεκούσης πρόνοιαν ὅλως ἐποίει
καὶ τῷ παρθένῳ τὴν ἁγνὴν καὶ παρθένον
ὡς υἱῷ παρέθετο, ὦ καινοῦ τρόπου.
Πλὴν ἀλλ' ἀναστάς, ὦ θύτα τῶν ἀδύτων,
τὸν εὐλογητὸν πνευματοφθόγγως δίδου.