Ancient Greek
Poem 3594
Byzantine Book Epigrams, Book Epigrams: Prayers 3594
Not analysed yet
Χριστὲ Θεὲ παντέλειε, κτίστα κτίσεως πάσης,
ὁ σὺν πατρὶ καὶ πνεύματι ἀνάρχως βασιλεύων,
ὁ πνεύματός μου ποιητὴς, καὶ πλάστης τῆς σαρκός μου,
ὁ τῷ θανάτῳ λύων με, καὶ πάλιν συνιστῶν με,
τοῖς δεξίοις σου σύνταξον κᾀμε τότε προβάτοις,
ὅτε κρινεῖς τὰ σύμπαντα τῇ θεϊκῇ δυνάμει
τόν τληπαθέστατον ἐμὲ Ἀνδρέαν φιλόλογον.