Ancient Greek
Poem 3793
Byzantine Book Epigrams, Book Epigrams: Prayers 3793
Not analysed yet
Ἄλλοις μὲν ἄλλα δῶρα δώρησαι σῶτερ
ὡς δωροδότης ὄλβιος ὄντως πέλων
ἐμοὶ δὲ τεῷ δμόῳ τε καὶ ἱκέτῃ
χάριν βράβευσον ἵνα νοῶ ἐμπράκτως
θεσμούς σου θείους καὶ δρῶ νενοημένως
οὕς μοι καὶ προτείνεται βίβλος ἡ τῆδε
ἧς Μεθόδιος κτήτωρ ὁ ναζηραῖος
ὃς καὶ τουτί σου δεῖται Χριστὲ τυχῆναι. Ἀμήν.