Ancient Greek
Poem 3848
Byzantine Book Epigrams, Book Epigrams: Prayers 3848
Not analysed yet
Ἀλλ' ὦ παρθένε δέσποινα Χριστιανῶν τὸ κλέος
ἁμαρτανόντων ἐγγυὴς καὶ τῶν κατερραγμένων
ἐλπίς μοι ἀπροσμάχητος τῶν εἰς σὲ πεποιθότων
ἡ προστασία τῶν πιστῶν καὶ σωτηρία κόσμου
ἡ γέφυρα ἡ φέρουσα πιστοὺς ἐν παραδείσῳ
σκέπασον φρούρησον κἀμοὶ Βαρλαὰμ ἱερομονάχῳ
πνευματικῷ πατρὶ καὶ ὑποψηφίῳ Καισαροπόλεως
καὶ δός μοι τὴν συγχώρησιν τῶν πεπλημμελημένων
ἵνα κὰγώ σοι δέσποινα δοξάζων μεγαλύνων
σὺν τῷ υἱῷ σου καὶ Θεῷ εἰς πάντας τοὺς αἰῶνας.