Ancient Greek
Poem 3920
Byzantine Book Epigrams, Book Epigrams: Prayers 3920
Not analysed yet
Δόξα σοι, πάτερ, προάναρχε θεέ μου,
σὺν τῷ υἱῷ σου Χριστῷ τῷ συνανάρχῳ
καὶ πνεύματί σου τῷ ζωαρχικωτάτῳ,
ἡ μοναρχία καὶ τρισόλβιος φύσις,
ἡ μένουσά τε ἀεὶ εἰς τοὺς αἰῶνας
ἡ σῇ προστάξει ἰδοῦσά μοι τὴν χάριν
εἰς τὴν παροῦσαν ταύτην βιβλίδα
τοῦ μιμητῆ σου Παύλου τοῦ ἀποστόλου
χρυσοκηρύκου πάσης τῆς οἰκουμένης·
αὐτή με σῶσον τὸν πενιχρόν σου δοῦλον,
τὸν ἀμαθῆ με καὶ παντελῶς μὴ γνώθων
τῆς σῆς σοφίας τῆς παναρρήτου λόγου.
Ἀλλ΄ εἰς τὸ πλῆθος τῆς σῆς φιλανθρωπίας
ῥίπτων μου πάσας, Χριστέ μου, τὰς ἐλπίδας
μετὰ δακρύων ἀπὸ ψυχῆς βαθείας
καὶ δώρησαί μοι τὴν γνῶσιν τῆς γραφῆς σου
τοῦ χρησιμεῦσαι εὐθυδρομῆσαι τάχος
τῆς ἄνω πόλης Ἱερουσαλὴμ Σιών τε
καὶ ἐντρυφῆσαι τὰ νοητά σου πάντα
πάντερπνα κάλλη τοῦ παραδείσου
καὶ σὺν ἀγγέλοις κἀγὼ συναυλισθῆναι
καὶ συνδοξάσαι τὸ σόν, Χριστέ μου, κράτος.
Λοιπὸν οὐκ ἔχω τὸ τί σοι προσενέγκει,
οὐ δώρων πλῆθος, οὐ κόπους τοῦ σωμάτου,
εἰ μὴ τὴν πίστιν αὐτήν σοι προσενέγκω.
Αὕτη με σώσει, αὕτη με διασώσει
καὶ ἐπιτύχω τῆς δόξης αἰωνίου
ταῖς σαῖς πρεσβείαις ἀειπαρθένου κόρης,
μεσίτευσόν με εἰς τὸν ἐκ σοῦ τεχθέντα
καὶ ποίησόν με μέτοχον παραδείσου,
ἵνα δοξάσω τὸ ἄμετρον ―κράτος
τοῦ βασιλέως υἱοῦ σου καὶ θεοῦ μου,
καὶ ἀνυμνῶ σου τὴν πολλὴν εὐσπλαγχνίαν
καὶ μὴ ἐκπέσω τῶν ἐσθλῶν δωρεῶν σου,
ἧς γένοιτό μοι ἐπιτυχεῖν, κυρία,
κυριοτόκε δέσποινα παναγία.