Ancient Greek
Poem 4119
Byzantine Book Epigrams, Book Epigrams: Prayers 4119
Not analysed yet
Δόξα τιμὴ πᾶσα καὶ κράτος πρέπει
τῷ δόντι τέρμα τῇ παρούσῃ πυκτίδι,
τιμὴ κράτος γέννοιτο δόξα καὶ χάρις
λιταῖς τεκούσης ἀσπόρως σε παρθένου
βροτοῖς γε χάριν ἀντιμισθοῖς, αἰῶνι
τῷ μέλλοντι λύσιν πταισμάτων, σκέπις με,
Χριστέ, Ιωακεὶμ σὸν ἱκέτην
καὶ διαφυλάτης με τῆς ἐκ δαιμόνων
καθ' ἡμερινῆς ἀπάτης τε καὶ βλάβης
ὡς ἂν διελθὼν ἀσφαλῶς τὴν ἑβδόμην.