Ancient Greek · Iambic trimeter
Poem 4159
Byzantine Book Epigrams, Book Epigrams: Prayers 4159
Not analysed yet
Τὸ τετραπλοῦν σύνταγμα τῶν Χριστοῦ λόγων
τέτρωρον ὥσπερ ἅρμα σοι ζεύξας ἅμα
διφρηλάτην ἄλλον σε καινὸν Ἠλίαν
ποθῶ κατιδεῖν ἐνθέως ἐπηρμένον.
Εἰ γὰρ ἐπιβῇς δεξιῶς τῆς ἁψίδος
καὶ τὰς νοητὰς ἡνίας ἀναλάβῃς
τοὺς πρακτικοὺς ἵππους τε καλῶς δαμάσῃς
νύσσαν πρὸς οὐράνιον ἰθύνων τρέχειν,
καὶ σὺ φανήσῃ καλὸς ἡνιοστρόφος
παύων ἐκεῖσε τὸν δρόμον σὺν Ἠλίᾳ
πλὴν ὡς ἐκεῖνος ἀλλὰ καὶ σύ μοι χάριν
κἂν οὐχὶ διπλὴν ἀλλ' ἁπλὴν εὐχὴν δίδου,
Θεοδόσιος ταῦτα προσφόρως γράφει,
ὁ τῆς τε βίβλου τὴν γραφὴν ἐξανύσας
καὶ παῖς σὸς ἐν πνεύματι καὶ μονότροπος.