Ancient Greek
Poem 4853
Byzantine Book Epigrams, Book Epigrams: Prayers 4853
Not analysed yet
Ἀγγέλων πλῆθος φωταυγὲς, οὐρανοπόλοι τάξεις
τῆς ἀπροσίτου θεωροὶ λαμπροφωτοχυσίας,
τῆς ὑφηλίου λειτουργοὶ τριφώτου τε τριάδος,
τῶν πάντων κτίστην καὶ θεὸν συνήθως εὐλογεῖτε·
τὰ Χερουβὶμ, τὴν μοναπλῆν θειάζετε τριάδα·
τὰ Σεραφὶμ, τὴν τριλαμπῆ δοξάζετε μονάδα·
ἀρχάγγελοι, τὴν ἄναρχον ὑμνολογεῖτε φύσιν·
ἐν θρόνῳ τὸν καθήμενον δοξολογεῖτε, θρόνοι·
ἀρχαὶ, τὴν ὑπεράρχιον ἀρχὴν αἰνεῖτε πάντων·
ὑψοῦτε κυριότητες …ην κυρίως
τὸν μόνον …ἐξουσίαι
καὶ σὺν ἀ… θεὸν δυνάμεις εὐφημεῖτε.