Ancient Greek · Iambic trimeter
Poem 4881
Byzantine Book Epigrams, Book Epigrams: Prayers 4881
Not analysed yet
Ὁ δημιουργὸς τῶν ἁπάντων κτισμάτων,
καὶ τῶν χρόνων κύριος ὡς παντεργάτης,
σὺ τὴν ἐνιαύσιον εὐθυκυκλίαν,
ὁ πανσθενουργὸς εὐλόγησον δεσπότης,
μητρὸς λιταῖς σῆς ὑπερευλογημένης·
καὶ τῷ νεωστὶ σχεδογραφεῖν ἠργμένῳ
παντευλογείτω δεξιᾶς τῆς σῆς σθένει,
ἐπευλόγησον τὴν προκάταρξιν, Λόγε,
ὡς καὶ τὸ τέρμα τῆς γραφῆς τῆς τοῦ σχέδους
ῥᾷον διελθὼν εὐλογεῖ τὸ σὸν σθένος.