Ancient Greek
Poem 5066
Byzantine Book Epigrams, Book Epigrams: Prayers 5066
Not analysed yet
Ἄκουε σεπτὲ Βαρλαὰμ θυηπόλε
ἧς ἐμυήθης τοῦ θεανθρώπου δόξης.
Θείας ὤφθης ἄριστος σοφίας ῥήτωρ,
κλίμακα προβὰς μυστικῆς θεωρίας.
Ἥψω τοῦ ξύλου τῆς τριπλῆς ξυναυλίτου.
Ξύμπαντος ἔξω τοῦ φθαρτοῦ προστεθείκεις,
μηδὲν προκρίνας τῶν γηϊνῶν τὸ πνεῦμα.
Σάρκα πενιχρὸν ἀπεσείσω τῷ βάθει,
πλούτου θεϊκοῦ καὶ φωτὸς σκότος μύσας,
φθάσας τὰ τέλη τῆς φωνῆς χριστολόγου,
ἄλλος ἀετὸς ὑψηπετὴς τῷ βίῳ.
Ὤρμησας ἐξήρπασας γαστρὸς πανόλου.
Θιγεῖν τὸν υἱὸν Ἀβεννὴρ Ἰωάσαφ.
Οὓς βασιλεύειν οἱ προστάται τοῦ σκότους.
Ἔδειξας ὁδὸν βασιλεῦσαι καὶ ους,
ὃς ἐξ αὐτῶν τε πᾶσι σωτὴρ ἐδείχθης,
καθὼς τὸ πνεῦμα τεύχει τοῦ συγγραφέως
οἷς συνελήγης τῷ βίῳ πρὸς ἀπείρῳ,
ζῶντες τρυφὴν ἐν τοῦ κυρίου τοῖς οἴκοις.
Μέμνησο λοιπὸν ξυνωρὶς τρισολβία
καλῶς βιῶσαι καὶ ἡμῖν τῷ σαρκίῳ
πνεύματι λῆξαί τε πυλῶν σωτηρίων.