Ancient Greek
Poem 5138
Byzantine Book Epigrams, Book Epigrams: Prayers 5138
Not analysed yet
Τῷ συντελεστῇ τῶν καλῶν Θεῷ χάρις,
Χριστῷ τελειώσαντι δόξα καὶ κράτος
εἴληφε παντέλειαν τουτὶ τὸ δέλτος·
ἄναρχε Χριστὲ οὐρανομέδων λόγε,
τῷ γεγραφουργήσαντι καὶ κεκτημένῳ
καταξίωσον ἐν τῇ σῇ βασιλεία.
Χριστέ, σῶσον με ἀμαρτωλὸν τὸν τάλαν
τὸν γεγραφουργήσαντα τὴν δέλτον ταύτην,
τέλος χρηστὸν δίδου μοι, Χριστέ, τῷ τάλα,
ὅταν ἐξέλθω τοῦδε τοῦ ἐφολκίου
καὶ πρὸς τὸ τέλος φθάσω τοῦ ᾌδου πύλας,
τότε με ῥῦσαι πυρὸς τοῦ αἰωνίου
καὶ τῆς μελλούσης καταδίκης πρεσβείαις
τῆς σὲ τεκούσης, λόγε Θεοῦ παντάναξ,
ἀμονάχῳ δὲ καὶ τρισαθλίῳ πάλαι,
ἀναξίῳ τε καὶ τοῦ ζῆν Γερμανῷ ἀμονάχῳ.