Ancient Greek
Poem 5169
Byzantine Book Epigrams, Book Epigrams: Prayers 5169
Not analysed yet
Πρόδρομε κήρυξ τοῦ φωτὸς και λύχνε τοῦ ἡλίου
Βλάστημα θεοφύτευτον, τῆς χάριτος ὁ μύστης.
Τῶν προφητῶν ὑπέρτερος καὶ τῶν ἁγίων δόξα,
Ὁ θαυμαστὸς ἱερουργὸς τῆς ἀπροσίτου δόξης:
Ὁ τὴν λατρείαν πιστευθείς, τοῦ φρικτοῦ μυστηρίου,
Ὁ τὸν πατέρα καὶ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα
Ἐωρακῶς σοῖς ὄμμασιν, καὶ τῆς φωνῆς ἀκούσας
Συμμαρτυρούσης τὸν Χριστὸν ὑιὸν ἠγαπημένον
Σὺ ἱερουργεῖς Πρόδρομε ἐπιτελῶν τὴν χάριν
Καὶ μεσιτεύων ἄριστα τῆς χάριτος καὶ νόμου.
ὡς οὖν ἀξίως εἴληφας παρὰ τοῦ σοῦ δεσπότου
Τὰς ἀντιδόσεις καὶ ἀμειβὰς, σῶν πόνων καὶ καριάτων
Ῥύστην εὑρεῖν σε ἡ ἐμὴ ψυχὴ ἀθλία μακρῷ
Καὶ τῶν αἰσχρῶν ἐκφεύξεται, τῶν δὲ ἐσθλῶν ἐμμένειν.
Ναὶ χαριτώνυμε αἰτῶ, ἀνάξιος τυγχάνων
Καὶ διὰ σου ἐπιτυχεῖν βασιλείας τῆς ἄνω.