Ancient Greek
Poem 5261
Byzantine Book Epigrams, Book Epigrams: Prayers 5261
Not analysed yet
Παύθητι χείρ μου τοῦ πονεῖν εἰς τὸ γράφειν,
ἄρθητι χείρ μου πρὸς τὸ ὑψοῦν δεσπότην·
ὡς δ᾽ ἑσπερινὰς θυσίας τούτῳ δίδου
πληρωτικῇ δὲ ὡς ἐν εὐχαριστίᾳ.
Πολύστιχον γάρ, Χριστέ μου, τὸ βιβλίον
οὗπερ γραφεὺς πέφυκα κἂν φαυλογράφος·
ἀλλ᾽ ἡ βίβλος μου τῶν βδελυρῶν πρακτέων
μείζων τε τούτων καὶ πολυστιχοτέρα,
γραφεῖσα μου, φεῦ τῆς πονηρογραφίας,
κινοῦντος χεῖρας πρὸς κακὰς ἐργασίας,
αἷς ἀπαλεῖψαι ῥυπτικῶν με δακρύων
ταῦτα προχέων δαψιλεῖ μοι πλημμύρᾳ.
Γράψαις δέ, Σῶτερ, εἰς τὸ σόν με βιβλίον,
κλήσεις ὅπου σὺ τῶν σεσωσμένων γράφεις.