Ancient Greek
Poem 5456
Byzantine Book Epigrams, Book Epigrams: Prayers 5456
Not analysed yet
Ἀθανάτοιο πρὸ αἰώνων θεοῖο
μητέρος κεδνῆς ὑΐα γεγονότα,
Λουκᾶ, αἰτῶ σοι μαθητὴς ὡς ὑπάρχων,
βιότοιο πήματα ἀλευόμενον,
ὑπὲρ τέγον ἐκτελέων ἐμὸν νόον
θεοτερπέα ἀεὶ δρᾶν δὸς ἔργα
τῇ πρὸς ἐκεῖνον κρατερᾷ σου δεήσει,
φαέθων ὅτ᾽ ἂν ἀπὸ βηλοῦ ἐν δόξῃ
ἥξων τε κρίναι γενείαν δρομὴν
ἵλαον ποιοῦ, ἵνα γέρα μοι ὀπάζει.