Ancient Greek
Poem 5593
Byzantine Book Epigrams, Book Epigrams: Prayers 5593
Not analysed yet
Πρόστητέ μου πρόστητε τῶ ἀναξίω
ὦ μάρτυρες βρύοντες ἄφθονον χάριν
εὕροιμι λύτρον τῶν ἀμέτρων πταισμάτων
τύχοιμι φωτὸς δαψιλοῦς ὥρα δίκης
καλῶς διελθῶν τὸν πολύστονον βίον
διψῶν τα θεῖα καὶ διδάσκων καὶ λέγων
ἀποστραφείην τὰς μερίμνας τῆς πλάνης
ὁ ζητῶν ἐκεῖνα τὰ τριφεγγῆ καὶ μόνα