Ancient Greek
Poem 5767
Byzantine Book Epigrams, Book Epigrams: Prayers 5767
Not analysed yet
Δέσποινα ἁγνὴ μήτηρ τοῦ φιλανθρώπου
ἡ τῶν οὐρανῶν ὑψηλοτέρα μόνη,
ἐν τῇ φοβερᾷ ἡμέρᾳ τοῦ υἱοῦ σου
προστίθει καὶ ῥῦσαί με πυρὸς ἀσβέστου,
σὸν ἱκέτην, ἄχραντε Παρθενομῆτορ,
καλὸν μάγιστρον Τουρμαρχόπωλον ἀμήν.