Ancient Greek
Poem 5864
Byzantine Book Epigrams, Book Epigrams: Prayers 5864
Not analysed yet
Ἥλιε Χριστὲ, παμφαοῦς φωτὸς φάος,
καθαρτικῶν με ἀκτίνων λάμψας σέλας
διττὰς κόρας φώτιζε διττῶν ὀμμάτων
καὶ ῥυπτικῷ ξήρανε πυρὶ τοὺς ῥύπους·
ἅρπαζε κινδύνων με, τῶν ῥύπων ῥύου,
τὸν Πέτρον ὡς πρὶν κυμάτων θαλαττίων·
κατατρυφᾶν βράβευε εἰς χλόης τόπους
οἰκτρὸν μοναχὸν εὐτελῆ ῥακενδύτην.