Ancient Greek
Poem 6002
Byzantine Book Epigrams, Book Epigrams: Prayers 6002
Not analysed yet
Ὁ μὲν σός, Ἁπόστολε, σκόλοψ ὑπῆρχεν
Οὐ βακχεία αἵματος μαργῆρ κοιλίας
Δρυμὺ ὑποσφύζουσα ὀσφύιν μάλα,
Κινοῦσα τε βάλανον, σκορπίον ἄλλον
Ἀλλα τῶν ἐχθρῶν αἱ συνεχεῖς σπιλάδες
Οὐ τῶν μόνον ἔξωθεν, μᾶλλον δ’ οἱ ἔσω.
Ἐμοὶ δὲ δεινῶς ἡ τῶν ἀφροδισίων
Μανία λυττᾷ τὴν καρδίαν, κινοῦσα
Ἆσθμα λιγυρὸν, κατακλῶσα τὰ μέλη
Βδέλλης δολίας αἰμοχαρεῖν ζητούσης·
Ἀλλὰ σαῖς εὐχαῖς στήριξον ἐν ἁγνείᾳ.