Ancient Greek
Poem 6329
Byzantine Book Epigrams, Book Epigrams: Prayers 6329
Not analysed yet
Ὦ παντέποπτα Χριστέ, τοῦ Θεοῦ λόγε,
ὁ πατρικῶν μὲν ἐξ ἀκηράτων φυεὶς κόλπων,
διὰ σταυροῦ σου τὰ τῶν ἀνθρώπων γένη
ψυχοφθόρου ἐκ θηρὸς ἁρπάσας μόνος,
σώζοις ἁπάσης ἐκ κακῶν ἐπινοίας
τὸν τοῦδε τεύχους κτητόρα καὶ γραφέα
λιταῖς τῆς πανάγνου καὶ θεοτόκου. Ἀμήν.