Ancient Greek
Poem 6419
Byzantine Book Epigrams, Book Epigrams: Prayers 6419
Not analysed yet
Σήν, σταυρέ, Χριστὸς ἐκπιεῖν δίκην θέλων
ἓν δῆθεν εἶχεν ὡς ἀβούλητον πόμα·
παθὼν με σώζει καὶ θανὼν ζεῖ τὴν κτίσιν.
Ὁ προσπαγεὶς δὲ σαρκί τούτῳ τῷ τύπῳ
Θεός σέσωκεν ἐξ ᾅδου δεσμῶν λύσας
τοῦ προσκυνεῖν σου τὸ κράτος σεσωσμένος.
Ὦ πατρικὸν φῶς, ὦ τρισήλιον κράτος,
ὦ τρισσοφεγγὲς λαμπάς, ὦ ζωηφόρε,
ὦ τρισμέγιστον τῆς θεαρχίας σέλας,
φρούρει, σκέπε τὸν πόθῳ κτησάμενόν με.
Ἀμήν· γένοιτο εἰς ἅπαντά μου χρόνον.