Ancient Greek
Poem 6580
Byzantine Book Epigrams, Book Epigrams: Prayers 6580
Not analysed yet
Ὁ δημιουργὸς τῶν ὅλων θεοῦ, λόγε
ὁ καὶ καταρχὰς ἐκ τῆς ἐκρόδους οὐσίας
καὶ θειηδοῦς σου κατὰ τ' εἰκόνα πνοῆς
ζώον διπλοῦν δείξας με καὶ νοσυνθέτως
καί μοι παρασχὼν τοῦ λόγου χρήμα ξένον,
δι’ οὗ συνέστη τεχνικὸς πᾶς τις λόγος.
Ἡ τῶν λόγων μάθησις εὐστοχωτάτη
τῷ νῷ βαλόντι τὴν χέρα πρὸς τὸ γράφειν
σχέδη καθῶς ἔταξαν εἰς ἐμπειρίαν.
Οἱ τοῦ διδάσκειν ἐντριβεῖς πεφηνότος,
…δή φημὶ τούτῳ τῷ νέῳ
χέρα προτείναι συνδρομῆς ἐν τοῖς λόγοις
ὡς ἂν προθύμως, νουνεχῶς καὶ συντόνως
ἐγκαρτερήσας τοῖς πόνοις τοῦ μανθάνειν.
οὓς πικρορίζους, εἶπε τίς σοφὸς πάλαι·
καρποὺς τρυγήσω τοὺς γλυκεῖς ὑπερβάλλων·
ὧν οὐκ ἔστιν ἄλλο τοιοῦτον μέγα,
ὧν ἡ φύσις δέδωκε τῶν βροτῶν γένει.