Ancient Greek
Poem 6705
Byzantine Book Epigrams, Book Epigrams: Prayers 6705
Not analysed yet
Ἄναξ χειραγώγησον πρὸς σειράν με τῶν σῶν ὕμνων.
Βασιλεὺς ἦσθα πρὸ πάντων ὁ αὐτὸς τ' ἐν ὑστέροις.
Γαῖάν τε κατῆλθες τὸν παλαιὸν ἄνθρωπον σῶσαι.
Δαλὸς ἐκ τῆς νηδύος ὡς ἐξῆλθες τῆς Παρθένου,
Ἔδυς εἰς Ἱερουσαλὴμ διδάξαι τοὺς ἀνόμους.
Ζαφλεγὴς τοῖς ἐν σκότει ἐπεφάνης καθημένοις.
Ἡδονὴν ἁμαρτωλοὺς ἐκκαλέσαι κεκτημένος.
Θεηγόρους δ' ἐποίησας παῖδας τῶν ἁλιέων.
Ἰατρὸς ψυχῶν ἐδείχθης καὶ σωμάτων σωτηρία.
Ἰησοῦς τε ἀνεδείχθης ἡ πάντων σωτηρία.
Κατάρδεις τὴν αἰώνιον τοὺς προστρέχοντας ζωήν.
Λίαν πρὸς τὴν σὴν τάχιστα δ' ἀνάξαις βασιλείαν.
Μαμμωνᾶν τε ἀπεδίωξας τὸν υἱὸν τοῦ σκότους.
Νουνεχῶς τε ταῦτα εἰδὼς πεποίηκας ὡς πάντα.
Ξόανα κατέθλασας τὰς τῶν Ἑλλήνων τε θεάς.
Ὁμοφροσύνην δέδωκας εἰς πάντας τοὺς ἀνθρώπους.
Παλιγγενεσίαν ἔθηκας σὺ ἡμῶν τῷ γένει.
Ῥῶσιν πᾶσιν τοῖς ἀνθρώποις ἔδωκας κἀμοί, σῶτερ.
Σαφηνῶσι τοὺς θείους λόγους ἐν τῇ ἐκκλησίᾳ.
Τὰ δέοντα δ' ἢν πράττωμεν μεγάλως δοξασθῶμεν.
Ὕμνοις τε καὶ ἐγκωμίοις δοξάσωμεν τὸν Θεὸν.
Φαεινοὶ φαινώμεθα καὶ καθαροὶ τῇ καρδίᾳ.
Χθαμαλοὶ γενώμεθα, ὥσπερ ἡ Λαῒς ἐκείνη.
Ψάλωμεν ἀφθόνως πάντες Χριστὸν τὸν ζωοδότην.
Ὢ συγκαταβάσεως καὶ μεγίστης εὐσπλαγχνίας.