Ancient Greek
Poem 6748
Byzantine Book Epigrams, Book Epigrams: Prayers 6748
Not analysed yet
Τοῦ πυρὸς ὡς ἔωσεν ἄγγελος πάλαι
τοὺς παῖδας αἶνον τῷ θεῷ κεκραγότας
οὕτω καὶ νυνὶ τὸν φιλόχριστον Πόθον
ὁ Εὐγένιος, τὸ κλέος τῶν μαρτύρων,
ἡ ἀντίληψις καὶ ἀρωγὴ τῶν ὅλων·
οὗ ταῖς λιταῖς, ὕψιστε, βραβεύσοις λύσιν
τῷ καρδίᾳ γράψαντι ζεούσῃ τάδε.