Ancient Greek
Poem 6798
Byzantine Book Epigrams, Book Epigrams: Prayers 6798
Not analysed yet
Σταυρὸς προεστὼς τῇ θύρᾳ τῇ τῆς κέλλης
φάλαγγας δεινῶν ἐκδιώκει δαιμόνων.
--Εἰπέ μοι σταυρὲ πόθεν τὸ νῖκος ἔχεις;
καὶ πῶς διώκεις δαιμόνων καταιγίδας;
--ὁ προσπαγείς μοι Χριστὸς ἐν τῷ κρανίῳ
αὐτὸς δέδωκε κατ' ἐχθρῶν μοι τὸ νῖκος
ὅπως φυλάσσω τοὺς ἐνθάδε οἰκοῦντας.
Ὁ δάκνων ὄφις καὶ πᾶν ἰοβόλον θηρίον
φεῦγε ἐκ τῆς οἰκίας ταύτης.