Ancient Greek · Dactylic hexameter
Poem 7032
Byzantine Book Epigrams, Book Epigrams: Prayers 7032
Not analysed yet
Ὦ πάντων ἐπέκεινα -τί γὰρ θέμις ἄλλο σε μέλπειν;
πῶς λόγος ὑμνήσει σε; -σὺ γὰρ λόγῳ οὐδενὶ ῥητός,
μοῦνος ἐὼν ἄφραστος, ἐπεὶ τέκες ὅσσα λαλεῖται.
Πῶς νόος ἀθρήσει σε; -σὺ γὰρ νόῳ οὐδενὶ ληπτός,
μοῦνος ἐὼν ἄγνωστος, ἐπεὶ τέκες ὅσσα νοεῖται.
Πάντα σε καὶ λαλέοντα καὶ οὐ λαλέοντα λιγαίνει,
πάντα σε καὶ νοέοντα καὶ οὐ νοέοντα γεραίρει.
Ξυνοὶ γάρ τε πόθοι, ξυναὶ δ᾿ ὠδῖνες ἁπάντων
ἀμφὶ σέ. Σοὶ δὲ τὰ πάντα προσεύχεται, εἰς σὲ δὲ πάντα
σύνθεμα σὸν νοέοντα λαλεῖ σιγώμενον ὕμνον.
Σοὶ ἐνὶ πάντα μένει· σεῦ δ᾿ ἀθρόα πάντα θοάζει,
καὶ πάντων τέλος ἐσσὶ καὶ εἷς καὶ πάντα ὑπάρχεις,
οὐχ᾿ ἓν ἐὼν, οὐ πάντα. Πολύλλογε, πῶς σε καλέσσω,
τὸν μόνον ἀκλήϊστον; Ὑπερφανέας δὲ καλύπτρας
τίς νόος οὐρανίδης εἰσδύσσεται; Ἵλαος εἴης,
ὦ πάντων ἐπέκεινα -τί γὰρ θέμις ἄλλο σε μέλπειν;