Ancient Greek · Iambic trimeter
Poem 7062
Byzantine Book Epigrams, Book Epigrams: Prayers 7062
Not analysed yet
Ὦ θαῦμα! γαστὴρ ἀσπόρως συλλαμβάνει·
Θεὸς βροτὸς δέ τίκτεται παρ᾿ἐλπίδα,
Καὶ πρέσβυς αὐτὸν ἀγκαλίζεται βρέφος·
Σαλπίζεται δ᾿αὗ μηδαμῶς σχὼν ῥύμματα,
Καὶ φῶς μαθηταῖς ἐν Θαβὼρ φανεὶς νέμει·
Φθορᾶς δ᾿ἀνίστα τὸν τεταρταῖον φίλον,
Καὶ παῖδες εὐφημοῦσι τοῦτον ἐν κλάδοις·
Σταυρῷ τε θνήσκει προσπαγεὶς ἑκουσίως,
Ἁνίσταται δὲ κόσμον ἐξ ᾍδου φέρων,
Εἰσέρχεται δὲ τῶν θυρῶν κεκλεισμένων,
Καὶ γῆθεν ἀρθεὶς πατρικὴν πρὸς ἑστίαν
Γλωσσῶν ἐν εἴδει τὸν παράκλητον νέμει.