Ancient Greek
Poem 7076
Byzantine Book Epigrams, Book Epigrams: Prayers 7076
Not analysed yet
Ὑμνείω σε, μάκαιρα κεδνὴ τριὰς ὑψιθόωκε,
παγκρατὲς εὖχος ἄληκτον αΐδιον ἀστυφέλικτον,
οὗ ἄτερ οὔ τι τέτυκται, ὅσα φθίνει ἔνδοθι ὧρος,
ἢ δ’ ὅσα ἄφθιτα γέντο ἐνὶ σφετέρῃ παλάμηφι
οὕνεκα καὶ τὸν ἆθλον εὐγραφίης ποτὶ τέρμα,
λυσιτελὲς σεῖο βίῃ καὶ κάρτει ἠγμένον εἶδον.