Ancient Greek
Poem 2656
Byzantine Book Epigrams, Book Epigrams: Repentance 2656
Not analysed yet
Γυμνὸν θεωρῶν τὸν Θεὸν καὶ δεσπότην
ἄνθρωπε γυμνώθητι παθῶν καὶ δράμε
ὁ γὰρ ποταμὸς τοῦ προκειμένου Λόγου
παντὸς μολυσμοῦ τὰς ψυχὰς ἀποπλύνει
σὺ δ' ὦ θύτ' ἀνάστηθι καὶ λόγον δίδου
τὸν εύλογητὸν ὡς ἔθος λέγειν θύταις.