Ancient Greek
Poem 2697
Byzantine Book Epigrams, Book Epigrams: Repentance 2697
Not analysed yet
Ὦ τριὰς τρισάναρχε πάτερ υἱὲ καὶ πνεῦμα,
σκέπε φρούρει φύλαττε τοὺς τρεῖς δακτίλους,
τοὺς ἐκ πόθου γράψαντος τούτους τοὺς λόγους,
καὶ λύτρωσαι καὶ ῥῦσαί μας πυρὸς γὰρ τοῦ ἁσβέστου
τοῦ ἀκοιμήτου σκόληκος καὶ σκότους καὶ ταρτάρου.
Ἔχοις γὰρ σοὶ πρεσβεύοντας τὰ πλήθη τῶν ἀγγέλων,
πανάρχρανται πανάμωμε καὶ μήτηρ τοῦ κυρίου
καὶ θρόνε παμμπυρίμορφε Χριστοῦ τοῦ βασιλέως
καὶ πλατυτέρα οὐρανοῦ καὶ γῆς καὶ τῆς θαλάσσης
καὶ ὄντως θεομήτορα κυρίως Θεοτόκον,
τὸν πρόδρομον τῆς χάριτος καὶ μύστην τοῦ σωτῆρος
τὸν βαπτιστὴν καὶ θαυμαστὸν ἐν ὅλοις τοῖς προφήταις,
τὴν δωδεκάδα τῶν χορῶν καὶ θείων ἀποστόλων,
τοὺς ἱεράρχας τοῦ Χριστοῦ καί θείους διδασκάλους,
σὺν τοῖς ὁσίοις ἅπασιν ὑμνήσωμεν συμφόνως
τοὺς μάρτυρας τοὺς θαυμαστοὺς πάσης τοῖς οἰκομένης
καὶ συν ἱερομάρτυσι καὶ γυναικῶν μαρτύρων,
δεόμεθα νῦν ἐκτενὸς τοῦ σώζειν ἡμᾶς πάντας.