Ancient Greek · Iambic trimeter
Poem 5733
Byzantine Book Epigrams, Book Epigrams: Repentance 5733
Not analysed yet
Εὐαγγελικὴν δεῦρο συνθεὶς τετράδα,
μένω βεβηκὼς εἰς τὸ πάτριον σέβας·
ταῖς πράξεσι δὲ τῶν ἀποστόλων πάλιν,
ῥυθμίζομαι δὴ καὶ καθιστῶ τὸν βίον·
γένοιτό μοι γοῦν ζῆν ἐπαμφοῖν καὶ πνέειν
καὶ μηδὲν ἀνθρώπινον αὐτῶν προκρίνειν·
στοιχειακῆς γάρ εἰμι τετράδος πλάσις·
καὶ νῦν μὲν εἰμί· νῦν δὲ πάλιν οἴχομαι·
καὶ τοὺς λόγους δέδοικα τῶν πεπραγμένων,
μήπως ἐπιστὰς ὁ κριτής με φαυλίση.