Ancient Greek
Poem 6875
Byzantine Book Epigrams, Book Epigrams: Repentance 6875
Not analysed yet
Ψυχὴ καὶ σῶμα ἐμάχετο καὶ θάνατον καὶ κρίσιν·
τὸ σῶμα λέγει τῇ ψυχῇ μετὰ πολλῶν δακρύων
ψυχή μου, ἀμε …ἂν μετανοήσῃς,
οὐκ ἐνθυμήσεις ἂν αὐτόν, τὸν θέλεις ἀπολάβει‧
οὐ προσδοκᾷς, ὃς ἄνθρωπος, τὴν τοῦ θανάτου ἡμέραν;
Νεότερος τερπόμενος τα ἄτοπα γὰρ πράττεις,
μεσοκαιρὶς τί ἔλεγες γέροντας …ἀμετανοήτους
καὶ τώρα πάλε γήρασες τα ἄτοπα …γὰρ πράττεις,
τὴν γλώσσαν ἐβορβόρωσες τὰ χείλη καὶ τὸ σῶμα,
τὸ τριμερὲς ἐκ τῆς ψυχῆς ἐρύπωσας ἀθλίως‧
ὢ πότε …κυκλώσουσιν οἱ φίλοι καὶ γνωστοί σου
νὰ κλαίουν νὰ ὀδύρωνται διὰ τὴν σὴν ἀγάπην
καὶ σὺ νὰ κλαίεις καὶ νὰ ὀδύρεσαι διὰ τὸ ἀμετανόητόν σου
καὶ τοῦς ἀγγέλους νὰ δεήνῃς παρακαλεῖν καὶ λέγων‧
ἐάσατέ με ἄγγελοι καὶ ἀφῆτέ με τὸν ἐλεεινόν,
κἂν ἄλλον ἑαυτὸν Χριστὸν νὰ κλαῦσω νὰ θρηνήσω
…οὐ τὰς πονηράς μου πράξεις
καὶ τότε νά σε λέγουσιν οἱ ἄγγελοι ἀποτόμως‧
ἔλθε, ψυχή, ἐλεεινή, μὴ καὶ βεβορβορωμένη,
ὁποῖα σ' ἐφρόνεις τὸ σκότος τὸ ἐξώτερον ἐκεῖσε περιμένει,
ὃν πότμος ὁ πύρινος, βρυγμὸς ὁ τῶν ὀδόντων
καὶ ὄμο…ε πᾶσα κόλασις εἰς τοὺς μὴ μετανοοῦντας
κακὰ νὰ τοὺς κολάσουσιν φρίξον, ψυχή, τὴν ἀπειλήν,
φοβήθητι τὸ σκότος καὶ δὸς ὀλίγα δάκρυα καὶ λάβε σωτηρία,
ποίησον φίλον τὸν κριτὴν πρίν σε καταδικάσῃ
δρεπανοφόρος ἄγγελος ἰδοὺ παραλαμβάνει‧
τὸ θέρος παρατίμαστ. . . ὡς στάχυς ἐλευκάνθη
λύπον, ψυχή μου, θέρισον τὰ πλημμελήματά σου.