Ancient Greek
Poem 2189
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 2189
Not analysed yet
Εἴληφε τέλος βίβλος ἥδε σὺν πόθῳ
χειρὶ γραφεῖσα τοῦ πανευτελεστάτου
κλήσει δὲ Θωμὰ, βαθμίδος διακόνων.
Ἅπαντες οὖν βλέποντες αὐτὴν τὴν βίβλον
εὐχὴν ἐπισάξατε τῷ γεγραφότι
καὶ ἄφεσιν ἕξετε τῶν ἐπταισμένων
καὶ μακαρισμὸν ἐκ πόθου νείματέ μοι.