Ancient Greek
Poem 2552
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 2552
Not analysed yet
Τέλος τῆς πρώτης βίβλου Ἐφραὶμ τοῦ Σύρου
χειρὶ γραφεῖσα Βαρνάβα πρεσβυτέρου
ἀναξίου τε καὶ ἐλαχίστου πάντων
ὅτ᾽ ἄν ἐν ταύτῃ παρακαλῶ ὦ φίλοι
ἐντυγχάνετε, μέμνησθέ μου τοῦ τάλα
ἵνα τὴν λύσιν ἁμαρτιῶν κομίσω
καὶ εὕρω χάριν ἐνώπιον Κυρίου
ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ ἐκείνῃ.
Θεῷ τῷ δόξα ἀμὴν εἰς τοὺς αἰῶνας.