Ancient Greek
Poem 2706
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 2706
Not analysed yet
Κυρίλλου τουτὶ πονηθεὶς τὸ βιβλίον
θύτου μοναχοῦ ἐν ἐξόδω καὶ πόνοις
…θύτης δ᾽ ἀλιτρὸς Καλλίνικος ὁ γράψας
Ματθίας διήνυσεν τούτου του τὸν δρόμον
ὡς πρὶν δωδεκάδι τῶν σοφῶν ἀποστόλων·
τοῖς ἐντυχοῦσι δὲ τὴν παροῦσαν πυξίδα
ἀπεικὸς οὐδὲν εἰ Θεῶ μνείαν φέρειν
εὐχὰς δὲ μᾶλλον ὑπὲρ αὐτῶν προσφέρειν
πλείστω δὲ πόθω Κύριλλος καὶ ἐξόδω
καμὼν προσφέρει τοῦτο τῆ Θεοτόκω
δῶρον ἁληθῶς χαρίτων πεπλησμένων