Ancient Greek
Poem 3012
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 3012
Not analysed yet
Ἡ βίβλος αὕτη χειρὶ Βαρθολομαίου
οἰκτροῦ μοναχοῦ καὶ κατηυτελισμένου
εὕρατο τέρμα δεξιὸν καθὼς ἔδει
βουλῇ κελεύσει τοῦ πανηγιασμένου
Παφνουτίου δή φημι τοῦ παναρέτου
καὶ προστατοῦντος ποιμνίου τοῦ σωτῆρος
ἔτος προσῆν δὲ χιλιάδος ἑξάδος·
ἑξακοσίους συμπερούσης καὶ χρόνους
μετρουμένης δ᾽ αὐτῆς δεκάδος ἑξάκις
χρόνων μονάδα μίαν ἐστερημένης
εὔξασθε τῷ γράψαντι λοιπὸν, πατέρες
ὅπως λάβοιμι τῶν ἁμαρτάδων λύσιν
σῶσον λέγοντες, Χριστὲ, τὸν σὸν ἱκέτην
ἀμὴν ἀμὴν γένοιτο, σῶτερ Χριστέ, μοι.