Ancient Greek · Iambic trimeter
Poem 3068
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 3068
Not analysed yet
Ἰωσὴφ οἰκτρὸς εὐτελὴς ῥακενδύτης
τὴν ἱερὰν κλίμακα ταύτην ἐκ πόθου
ἔγραψα χερσὶν οὔμενουν ταῖς ἰδίαις
ἀλλ᾽ ὥσπερ ηὐπόρησα τῶν μισθωμάτων
ταύτην ἁνατρέχοντες οὐκοῦν πατέρες
ταῖς πρακτικαῖς μάλιστα νῦν ἐργασίαις
πρὸς τὰς μονὰς βαίνοιτε τὰς οὐρανίους
τὴν γῆν ἀφέντας καὶ τὰ τῆς γῆς τοῖς κάτω
ἐμοῦ δὲ τοῦ τάλανος ἐν μονοτρόποις
διηνεκῶς μέμνησθε πρὸς τὸν δεσπότην
ὅπως διαβὰς τὴν θάλασσαν τοῦ βίου
πρὸς λιμένας φθάσαιμι τοὺς οὐρανίους.