Ancient Greek
Poem 36170
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 36170
Not analysed yet
Ἐτελειώθη ἡ παροῦσα πυκτίδα
τῶν τεσσάρων ποταμῶν τῆς οἰκουμένης,
Ἰωάννου τε φημὶ καὶ τοῦ Ματθαίου,
τῆς δωδεκάδος τοῦ Χριστοῦ τυγχανόντων·
ὁ δὲ Μάρκος καὶ Λουκᾶς, τῆς ἑβδομηκοντάδος·
γραφὲν παρ’ ἡμῶν, οἰκτροῦ καὶ παναθλίου,
Κάρπου μὲν τὸ πρότερον ἐπωνυμίας,
μετὰ δὲ τὸ δεύτερον καὶ μέγα σχῆμα,
Ἀκακίου μοναχοῦ ἱεροναζηραίου.
Ὁ δὲ τυγχάνων τῆς παρούσης πυκτίδος,
εὔχου τε πρὸς Κύριον, τὸν πλουτοδότην,
ὅπως μοι τὴν ἄφεσιν ἀμπλακημάτων λύσῃ.