Ancient Greek
Poem 3645
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 3645
Not analysed yet
Ὁ θέλων τὴν δέλτον δέρκων ταύτην διαναπτύξαι
κατὰ τρυφῶν καὶ θεωρῶν τοῦ γράψαντος τὴν τέχνην,
μὴ προτιμήσας μέμψοιτο μᾶλλον δὲ καὶ εὐχέσθω·
εἰ γὰρ καὶ σφάλων ἥμαρτον τοῦτο ἐξ ἀγνωσίας
ἄνθρωπος γὰρ εἰμὶ θνητὸς καὶ πρὸς παλαίῳ πάθει,
εὔστοχον γὰρ καὶ ἀλαθὲς μόνῳ Θεῷ τυγχάνει,
ἡμεῖς δὲ σκοτεινώτατα πάθει περιπλακέντες
ἠχρείωτο ἐν σώματι καὶ τῆς ψυχῆς τὸ κάλλος,
καὶ ἴσως γε μικρὰ τῆς τέχνης μικροτέρα·
ἠλλοίωτο, ἠχρείωτο, φεῦ μοι τῷ ταλαιπώρῳ,
πεπλήρωτο γὰρ εἰς ἐμὲ ὁ τοῦ Χριστοῦ μου λόγος,
ὅτι τῷ ἔχοντι πολλὰ δοθήσεται καὶ ἔχει,
καὶ τὸ λοιπὸν ἃ δεῖ κλῆρον κατέχω …
εὔχεσθαι ὑπερεύχεσθαι, ἀφ᾽ ὧν γράψας κατέχω
καὶ Κηφᾶς Αἰτωλὸς γὰρ κέκληται ὁ ταῦτα ξύσας
ἀνάξιος τε θύτης τ᾽ οὐπίκλην ὁ Διογένους
εὔξασθε οὖν συγχωρήσατε αἰῶνος ἐς τελευτήν.