Ancient Greek
Poem 3917
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 3917
Not analysed yet
Δέσποτα Χριστὲ καὶ Θεὲ τῶν ἁπάντων,
ἄφεσίν μοι δὸς τῶν πολλῶν ἐγχλημάτων
ὧνπερ ἔπραξα ἐν γνώσει καὶ ἀγνοίᾳ,
πρεσβείαις τῆς σὲ ἀφθόρως κυησάσης,
προφητῶν ὁμοῦ καὶ σοφῶν ἀποστόλων,
ἀθλοφόρων τε, ἱεραρχῶν, ὁσίων,
γυναικῶν ἀσκητριῶν καὶ ἀθληφόρων,
τῶν γεγραμμένων ἐν τῷδε τῷ βιβλίῳ.
Δυσωπῶ πάντας ἐν ταύτῃ τῇ δέλτῳ
ἐντυγχάνοντας, μνεῖαν ἐμοῦ ποιῇτε
ἐν ταῖς πρὸς Θεὸν ὑμετέραις πρεσβείαις
λύσιν με λαβεῖν τῶν πολλῶν ὀφλημάτων,
ἵν' ἀξιωθῶ μέρις τῶν σῳζομένων
ἐν τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ,
τὶν ?πολλῷ καὶ κόπῳ γεγραφότι
ἀναξίῳ τε ἱερεῖ Σωφρονίῳ
καὶ ἐν μοναχοῖς πελόντι ἐλαχίστῳ.