Ancient Greek · Iambic trimeter
Poem 4055
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 4055
Not analysed yet
Ὁ τήνδε θέλων ἀναγνῶναι τὴν βίβλον
μὴ πρὸς τὸ μέτρον ἀπίδῃς τὸ τῶν στίχων,
μὴ μαλακισθῇς τῷ σαφεῖ τῶν ῥημάτων,
μὴ σχῆμα τυχὸν ῥητορικόν που σκόπει,
μὴ φράσιν ἁβρῶς γλαφυρῶς τορνευμένην,
μὴ κόμπον ἄλλον ἄκροτόν τε ποικίλον,
μηδέν τι θέλγον ἀκοὰς ἀνηνύτως·
ἐκτὸς γὰρ αὕτη θελκτικοῦ παντὸς λόγου
καὶ σῶμα τέρπον οὔμενουν ἤσκηκέ τι·
ψυχὴν δὲ τὰ σώζοντα καὶ θέλγοντά γε
ἐνταῦθα πνευματικὰ τοίνυν ὄψει καὶ μόνον
καὶ νοῦν θεωρὸν ἐνθέων διδαγμάτων,
τῶν δ’ αὖ ἐκεῖθεν ἱκανὴν γνῶσιν λάβεις,
ἐφ’ οἷς ἀναγνῷς, εἰ σκοπήσεις εὐστόχως,
οἷς καὶ δράσειας, τοὺς σεβασμίους λόγους
τοῦ τῇδε τούτους εὐφυῶς γεγραφότος,
ἀνδρὸς τιμίου καὶ γέροντος ἁγίου·
θαύμαζε τοῦτον ἀξιῶν ἐγκωμίων,
γέραιρε, τίμα καὶ σεβάζου καὶ κάλει,
φθάνειν ἀεί σοι τοῦδε τὰς δυσωπίας,
ἃς πρὸς τὸ θεῖον ἱλαρῶς ἀναφέρει.