Ancient Greek
Poem 5236
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 5236
Not analysed yet
Ἰωάννης ὁ χθαμαλὸς τοὐπίκλην Ξηροκάλιτος
καὶ θυηπόλος οἴκτιστος καὶ ἀλιτρὸς καὶ μύστης
ταύτην τὴν βίβλον ἔγραψα μετὰ πολλοῦ τοῦ μόχθου
ἐρανισάμενος αὐτὴν ἀπὸ πολλῶν βιβλίων‧
ἔχων ἐντὸς συγγράμματα εὔχρηστα ψυχοτρόφα
παμποίκιλα ποιήματα, πλάσματα καὶ συνθέσεις
ἀνδρῶν ἐντίμων εὐγενῶν, ἀρίστων συγγραφέων,
κλεινῶν ἐνδόξων ποιητῶν καὶ μεγαλορρημόνων.
Ἔγωγε τούτων ἐρασθείς, ὡς μέλιττες ἀνθέων,
ἔρανον ποιησάμενος μελιειδῶν ἀώτων‧
ἐντεῦθεν ἀνοικοδομῶν παιδείας τοὺς οἰκίσκους
σίμβλον ἐσθλὸν τῆς γνώσεως κηροπλαστῶν ἐκ λόγων
ἀσμένως ἐκδειμάμενος ταύτην κἀγὼ σὺν πόθῳ
πρὸς τέρψιν καὶ πρὸς χαρμονὴν ψυχῆς τε καὶ καρδίας,
παραμυθίας ἕνεκεν καὶ κουφισμῶν τῶν πόνων
καὶ συμφορῶν παντοδαπῶν τοῦ πολυστόνον βίου.
Τοίνυν, ὑμᾶς, πανέντιμοι, πάντας καθικετεύω
τοὺς ἐντυγχάνοντας καλῶς πυκτίδι τῇ παρούσῃ,
εὔχεσθε δὴ ὑπὲρ ἐμοῦ Θεῷ τῷ φιλανθρώπῳ
ὅπως παρίδῃ τὴν ἐμὴν πληθὺν ἁμαρτημάτων
καὶ τάξει με τῇ δεξιᾷ μοίρᾳ τῶν σωζομένων.
Ἀμὴν ἀμὴν καὶ γένοιτο, Χριστέ μου, γένοιτό μοι.