Ancient Greek · Iambic trimeter
Poem 5319
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 5319
Not analysed yet
Πᾶς τις ἐπελθὼν τὴν παροῦσαν πυκτίδα,
Χριστὸν λιτάζου τὸν Θεὸν πεπομφέναι
δεινῶν βριαρῶν ἀμπλακημάτων λύσιν
Βάκχῳ μοναχῷ λευίτῃ παρ’ ἀξίαν
γράψαντι ταύτην, εὐκλεεῖ σεβασμίῳ
πατρὶ φαεινῷ Λουκιανῷ φωσφόρῳ,
ὃν ποιμνιάρχην ἡ μονὴ τῶν Στουδίου
ἔσχηκεν ἀστράπτοντα δίκην ἡλίου,
κρούοντα τὴν σύριγγα τῶν θείων λόγων
καὶ πρὸς νομὰς ἄγοντα τὰς σωτηρίους
καὶ πατρικῶς πείθοντα βιοῦν σωφρόνως
τοὺς αὐχένα κλίναντας αὐτῷ καὶ γόνυ.