Ancient Greek
Poem 5760
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 5760
Not analysed yet
Καὶ τοῦτο γε ἐγράφη νῦν μετὰ τῆς ἐξορίας,
τὸ τῆς δευτέρας λέγω δὴ τῆς τοῦ πατριαρχίου,
διὰ χειρὸς δε τῆς ἐμῆς, Συμέων ἀμαθοῦς τε.
Οἱ δὲ μέλλοντες ἅπτεσθαι καὶ ταῦτην ἀναγνῶντες
ὑπὲρ ἐμοῦ τοῦ ἀλιτροῦ καὶ τάχα πατριάρχου
εὔχεσθαι συγχωρήσατε καὶ λέγειν ὁλοψύχως·
συγχώρησον, συγχώρησον καὶ σύγγνωθι, Χριστέ μου,
ψυχὴν ἀνδρὸς ἀμαρτωλοῦ τοῦ γράψαντος τὴν ταύτην
ψυχωφελῆ βιβλίδα τε καὶ πάνυ ὡραιοτάτην.
Ὁ δὲ Χριστὸς καὶ κύριος καὶ Θεὸς μου καὶ πλάστης
καὶ ὑμᾶς ἐλεήσειε καὶ ἐστὲ ἠλεημένοι.