Ancient Greek
Poem 6891
Byzantine Book Epigrams, Book Epigrams: Requests to the Reader 6891
Not analysed yet
Πᾶς ὁ τραχύς τε καὶ κατεσκληκὼς βίος
καὶ τοὺς ἐρῶντας αὐτὸν εἰς Θεὸν φέρων
πολλοὺς ὑπογραμμοὺς μὲν ἔσχε καὶ νόμους
μικρούς, μεγίστους καὶ μέσους εἰσφερόντως·
ὅμως δὲ πάντας ὠφελεῖν εὑρημένους
τοὺς τὴν στενὴν τρέχοντας ἀνθρώπους τρίβον·
ὧν πρῶτός ἐστιν ἡ θεωρήμων κλίμαξ,
Μάρκου δὲ τάξιν οἱ γλυκεῖς τὴν δευτέραν,
τρίτην τ' ἔχουσι τοῦ Διαδόχου λόγοι.
Ἀπ' οὐδενὸς οὐκέστι τῶν λοιπῶν τόσον
σπουδαῖον ἦθος τοὺς δρέπεσθαι χρωμένους,
αὐτῶν τε τούτων ἄλλος ἄλλου καλλίων
καὶ χρησιμεύειν εἴς τι μᾶλλον ἐκρίθη.
Τούτους ἀγείρας καὶ χαράξας ἐκπόνως
τοὺς τρεῖς ἐφεξῆς φαρμάκων πλήρεις μίαν
βίβλον ἥρμωσεν Ἀθανάσιος τάλας
κεκρυμμένον νόημα σημαίνων, ὅπερ
καὶ ἕν πέφηνε καὶ καθίσταται τρία·
ὁ γ' οὖν ἕπεσθαι τοῖς παλαιοῖς πατράσιν
ποιῶν ἅμιλλαν καὶ περαίνειν τὸν δρόμον
τούτων ἀπλήστως ἐμφερείσθω τῶν λόγων,
ἢ κρεῖττον εἰπεῖν· τῶν μοναστικῶν ὅρων,
νοῶν μάλιστα καὶ τελῶν, ἤπερ λέγων,
εὐχαῖς ἀμείβων μετρίαις τὸν ἐργάτην
τὸν καὶ μονάζειν καὶ γράφειν εἰθισμένον.