Ancient Greek
Poem 2569
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 2569
Not analysed yet
Κλῖνον τὸ οὗς σου, καὶ λιτάς, σῶτερ, δέχου
φθέγξαι τίνας ἔγωγε συμπατῶ κλύω.
Σὸν οἰκέτην οἴκτειρον οἷς οἶδας λόγε
τὸν κειμένον φὴς ἀξιῶ σωτηρίας·
ὑμνῶ σε πιστῶς τέθηπα τὴν δόσιν
οὐδὲν σύνοιδα τῶν καλῶν πράξας, λόγε·
ἔχω δὲ πίστιν ἣν φιλανθρώπως δέχου·
…σῶσον ἁγνῆς παρθένου προστασίαις.