Ancient Greek
Poem 2843
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 2843
Not analysed yet
ὑψηπετάσας ἄνωθεν τὸν νοῦν καὶ τὴν καρδίαν,
καὶ νουνεχῶς τοῖς ὄμμασιν ἔνδοθεν περιβλέπων
ὅλος ἔνθους γενόμενος, ὅλος ἠλλοιωμένος,
σοφῶς πάτερ ἀνάγνωσον, προσέχων μὴ τι σφάλης
καὶ προσρίπτης τὸ κρίμα σου, σκεπάσας σήν αίσχύνην
τῷ ἁναξίω μοναχῶ, ταπεινῶ Ἰακώβω,
τῶ ποτὲ σκευοφύλακι μάνδρας ἀκρωτηρίου
δι᾽ οὗ προθύμως γέγονα ἐξ ὄντος καὶ μὴ ὄντος
καί με προθύμως γράψαντι κἄνγε καὶ μετὰ κόπου
τῶ τῶν ὡρῶν ὑπάρχοντι Δαμηνῶ Νικολάω
ἀλλ᾽ εὔχου μᾶλλον ἵλεων εὑρεῖν τὸν παντεπόπτην
ἐν ἡμέρα τῆς κρίσεως αὐτοὺς κατὰ τὸ πρέπον
ἂν μὲν οἶδας διόρθωσον. εἰ δὲ μή γε σιῶπα.
ὁ μὲν γὰρ συναθροίσας γε φύλλα τετριπημένα
ἄρραφά τε τριάδια, παλαιὰ ἐσχισμένα
ἔχοντα μὲν τὰ γράμματα, ἀγράμματα δὲ μᾶλλον,
ἐν οἷς ἄστρον ἐφαίνετο τὸ μέλαν μεσημέρι,
καὶ μέγα τό φαινόμενον μικρὸν ἐθεωρεῖτο,
ὁ δ᾽ ἄλλος γράφων ἄγραφα, γράψας τε καὶ προθύμως,
ὁ δ᾽ εἷς ἀναγινώσκων γε, ὁ δ᾽ ἄλλος περιξαίων,
μόλις ποτὲ μ᾽εἰσέφερον εἰς τάξιν καθὼς βλέπεις.
ἑβδόμων παρατρέχοντος ἔτους ἑπτακοσίων,
καί χρόνων ὀγδοήκοντα τῶν ἑξακισχιλίων˙
Καρούλου δέ ῥηγεύοντος τοῦ πανευγενεστάτου,
δίς ἑπτὰ χρόνους φέροντος αὐτοῦ τῆς δεσποτείας:-