Ancient Greek
Poem 30828
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 30828
Not analysed yet
Ὁ παμβέβηλος οὑτοσὶ βιβλογράφος
ἀντιγραφεὺς ἦν τῶν ἐμῶν συγγραμάτων
γράφων τὰ πλείω τοῖς ἐμοῖς ἐναντίως·
καὶ τὸν γέροντα καὶ τόσον φαυλογράφον,
νῦν ἑβδομηκάζοντα τῷ ζωῆς ἔτει
ὠθῶν ἀνορθοῦν σφᾶς γραφὰς λεπτογράφους
θολὸν παραιρῶν ὀπτικῆς θεωρίας.